Σίγειον μέν νυν οὕτω ἐγένετο ὑπʼ Ἀθηναίοισι . Ἱππίης δὲ ἐπείτε ἀπίκετο ἐκ τῆς Λακεδαίμονος ἐς τὴν Ἀσίην , πᾶν χρῆμα ἐκίνεε , διαβάλλων τε τοὺς Ἀθηναίους πρὸς τὸν Ἀρταφρένεα καὶ ποιέων ἅπαντα ὅκως αἱ Ἀθῆναι γενοίατο ὑπʼ ἑωυτῷ τε καὶ Δαρείῳ .
Ἱππίης τε δὴ ταῦτα ἔπρησσε , καὶ οἱ Ἀθηναῖοι πυθόμενοι ταῦτα πέμπουσι ἐς Σάρδις ἀγγέλους , οὐκ ἐῶντες τοὺς Πέρσας πείθεσθαι Ἀθηναίων τοῖσι φυγάσι . ὁ δὲ Ἀρταφρένης ἐκέλευε σφέας , εἰ βουλοίατο σόοι εἶναι , καταδέκεσθαι ὀπίσω Ἱππίην . οὔκων δὴ ἐνεδέκοντο τοὺς λόγους ἀποφερομένους οἱ Ἀθηναῖοι · οὐκ ἐνδεκομένοισι δέ σφι ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖσι Πέρσῃσι πολεμίους εἶναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.