ἄνδρες Πέρσαι , οὔτʼ αὐτὸς κατηγήσομαι νόμον τόνδε ἐν ὑμῖν τιθείς , παραδεξάμενός τε αὐτῷ χρήσομαι . ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων , οὐδαμά κω ἠτρεμίσαμεν , ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην τήνδε παρὰ Μήδων , Κύρου κατελόντος Ἀστυάγεα · ἀλλὰ θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέρεται ἐπὶ τὸ ἄμεινον . τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης πατήρ τε ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο ἔθνεα , ἐπισταμένοισι εὖ οὐκ ἄν τις λέγοι .
ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον , ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι · φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος τε ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην τε , ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην . διὸ ὑμέας νῦν ἐγὼ συνέλεξα , ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν ·
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.