πρὸς μὲν Ἀλέξανδρον ταῦτα ὑπεκρίναντο , πρὸς δὲ τοὺς ἀπὸ Σπάρτης ἀγγέλους τάδε . τὸ μὲν δεῖσαι Λακεδαιμονίους μὴ ὁμολογήσωμεν τῷ βαρβάρῳ , κάρτα ἀνθρωπήιον ἦν · ἀτὰρ αἰσχρῶς γε οἴκατε ἐξεπιστάμενοι τὸ Ἀθηναίων φρόνημα ἀρρωδῆσαι , ὅτι οὔτε χρυσός ἐστι γῆς οὐδαμόθι τοσοῦτος οὔτε χώρη κάλλεϊ καὶ ἀρετῇ μέγα ὑπερφέρουσα , τὰ ἡμεῖς δεξάμενοι ἐθέλοιμεν ἂν μηδίσαντες καταδουλῶσαι τὴν Ἑλλάδα .
πολλά τε γὰρ καὶ μεγάλα ἐστι τὰ διακωλύοντα ταῦτα μὴ ποιέειν μηδʼ ἢν ἐθέλωμεν , πρῶτα μὲν καὶ μέγιστα τῶν θεῶν τὰ ἀγάλματα καὶ τὰ οἰκήματα ἐμπεπρησμένα τε καὶ συγκεχωσμένα , τοῖσι ἡμέας ἀναγκαίως ἔχει τιμωρέειν ἐς τὰ μέγιστα μᾶλλον ἤ περ ὁμολογέειν τῷ ταῦτα ἐργασαμένῳ , αὖτις δὲ τὸ Ἑλληνικὸν ἐὸν ὅμαιμόν τε καὶ ὁμόγλωσσον καὶ θεῶν ἱδρύματά τε κοινὰ καὶ θυσίαι ἤθεά τε ὁμότροπα , τῶν προδότας γενέσθαι Ἀθηναίους οὐκ ἂν εὖ ἔχοι .
ἐπίστασθέ τε οὕτω , εἰ μὴ πρότερον ἐτυγχάνετε ἐπιστάμενοι , ἔστʼ ἂν καὶ εἷς περιῇ Ἀθηναίων , μηδαμὰ ὁμολογήσοντας ἡμέας Ξέρξῃ . ὑμέων μέντοι ἀγάμεθα τὴν προνοίην τὴν πρὸς ἡμέας ἐοῦσαν , ὅτι προείδετε ἡμέων οἰκοφθορημένων οὕτω ὥστε ἐπιθρέψαι ἐθέλειν ἡμέων τοὺς οἰκέτας .
καὶ ὑμῖν μὲν ἡ χάρις ἐκπεπλήρωται , ἡμεῖς μέντοι λιπαρήσομεν οὕτω ὅκως ἂν ἔχωμεν , οὐδὲν λυπέοντες ὑμέας . νῦν δέ , ὡς οὕτω ἐχόντων , στρατιὴν ὡς τάχιστα ἐκπέμπετε .
ὡς γὰρ ἡμεῖς εἰκάζομεν , οὐκ ἑκὰς χρόνου παρέσται ὁ βάρβαρος ἐσβαλὼν ἐς τὴν ἡμετέρην , ἀλλʼ ἐπειδὰν τάχιστα πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιήσομεν τῶν ἐκεῖνος ἡμέων προσεδέετο . πρὶν ὦν παρεῖναι ἐκεῖνον ἐς τὴν Ἀττικήν , ἡμέας καιρός ἐστι προβοηθῆσαι ἐς τὴν Βοιωτίην . οἳ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων ἀπαλλάσσοντο ἐς Σπάρτην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.