ἐπεὶ δὲ τοῦ χρόνου προβαίνοντος ὅ τε Περίανδρος παρηβήκεε καὶ συνεγινώσκετο ἑωυτῷ οὐκέτι εἶναι δυνατὸς τὰ πρήγματα ἐπορᾶν τε καὶ διέπειν , πέμψας ἐς τὴν Κέρκυραν ἀπεκάλεε τὸν Λυκόφρονα ἐπὶ τὴν τυραννίδα · ἐν γὰρ δὴ τῷ πρεσβυτέρῳ τῶν παίδων οὔκων ἐνώρα , ἀλλά οἱ κατεφαίνετο εἶναι νωθέστερος .
ὁ δὲ Λυκόφρων οὐδὲ ἀνακρίσιος ἠξίωσε τὸν φέροντα τὴν ἀγγελίην . Περίανδρος δὲ περιεχόμενος τοῦ νεηνίεω δεύτερα ἀπέστειλε ἐπʼ αὐτὸν τὴν ἀδελφεήν , ἑωυτοῦ δὲ θυγατέρα , δοκέων μιν μάλιστα ταύτῃ ἂν πείθεσθαι . ἀπικομένης
δὲ ταύτης καὶ λεγούσης , ὦ παῖ , βούλεαι τήν τε τυραννίδα ἐς ἄλλους πεσεῖν καὶ τὸν οἶκον τοῦ πατρὸς διαφορηθέντα μᾶλλον ἢ αὐτός σφεα ἀπελθὼν ἔχειν ; ἄπιθι ἐς τὰ οἰκία , παῦσαι σεωυτὸν ζημιῶν . φιλοτιμίη
κτῆμα σκαιόν . μὴ τῷ κακῷ τὸ κακὸν ἰῶ . πολλοὶ τῶν δικαίων τὰ ἐπιεικέστερα προτιθεῖσι , πολλοὶ δὲ ἤδη τὰ μητρώια διζήμενοι τὰ πατρώια ἀπέβαλον . τυραννὶς χρῆμα σφαλερόν , πολλοὶ δὲ αὐτῆς ἐρασταί εἰσι , ὁ δὲ γέρων τε ἤδη καὶ παρηβηκώς · μὴ δῷς τὰ σεωυτοῦ ἀγαθὰ ἄλλοισι . ἣ
μὲν δὴ τὰ ἐπαγωγότατα διδαχθεῖσα ὑπὸ τοῦ πατρὸς ἔλεγε πρὸς αὐτόν · ὁ δὲ ὑποκρινάμενος ἔφη οὐδαμὰ ἥξειν ἐς Κόρινθον , ἔστʼ ἂν πυνθάνηται περιεόντα τὸν πατέρα . ἀπαγγειλάσης
δὲ ταύτης ταῦτα , τὸ τρίτον Περίανδρος κήρυκα πέμπει βουλόμενος αὐτὸς μὲν ἐς Κέρκυραν ἥκειν , ἐκεῖνον δὲ ἐκέλευε ἐς Κόρινθον ἀπικόμενον διάδοχον γίνεσθαι τῆς τυραννίδος . καταινέσαντος
δὲ ἐπὶ τούτοισι τοῦ παιδός , ὁ μὲν Περίανδρος ἐστέλλετο ἐς τὴν Κέρκυραν , ὁ δὲ παῖς οἱ ἐς τὴν Κόρινθον . μαθόντες δὲ οἱ Κερκυραῖοι τούτων ἕκαστα , ἵνα μή σφι Περίανδρος ἐς τὴν χώρην ἀπίκηται , κτείνουσι τὸν νεηνίσκον . ἀντὶ τούτων μὲν Περίανδρος Κερκυραίους ἐτιμωρέετο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.