τῆς δὲ Σκυθικῆς γῆς ἡ Θρηίκη τὸ ἐς θάλασσαν πρόκειται · κόλπου δὲ ἀγομένου τῆς γῆς ταύτης , ἡ Σκυθική τε ἐκδέκεται καὶ ὁ Ἴστρος ἐκδιδοῖ ἐς αὐτήν , πρὸς εὖρον ἄνεμον τὸ στόμα τετραμμένος .
τὸ δὲ ἀπὸ Ἴστρου ἔρχομαι σημανέων τὸ πρὸς θάλασσαν αὐτῆς τῆς Σκυθικῆς χώρης ἐς μέτρησιν . ἀπὸ Ἴστρου αὕτη ἤδη ἡ ἀρχαίη Σκυθίη ἐστί , πρὸς μεσαμβρίην τε καὶ νότον ἄνεμον κειμένη , μέχρι πόλιος Καρκινίτιδος καλεομένης . τὸ
δὲ ἀπὸ ταύτης τὴν μὲν ἐπὶ θάλασσαν τὴν αὐτὴν φέρουσαν , ἐοῦσαν ὀρεινήν τε χώρην καὶ προκειμένην τὸ ἐς Πόντον , νέμεται τὸ Ταυρικὸν ἔθνος μέχρι χερσονήσου τῆς τρηχέης καλεομένης · αὕτη δὲ ἐς θάλασσαν τὴν πρὸς ἀπηλιώτην ἄνεμον κατήκει . ἔστι
γὰρ τῆς Σκυθικῆς τὰ δύο μέρεα τῶν οὔρων ἐς θάλασσαν φέροντα , τήν τε πρὸς μεσαμβρίην καὶ τὴν πρὸς τὴν ἠῶ , κατά περ τῆς Ἀττικῆς χώρης · καὶ παραπλήσια ταύτῃ καὶ οἱ Ταῦροι νέμονται τῆς Σκυθικῆς , ὡς εἰ τῆς Ἀττικῆς ἄλλο ἔθνος καὶ μὴ Ἀθηναῖοι νεμοίατο τὸν γουνὸν τὸν Σουνιακόν , μᾶλλον ἐς τὸν πόντον τὴν ἄκρην ἀνέχοντα , τὸν ἀπὸ Θορικοῦ μέχρι Ἀναφλύστου δήμου · λέγω
δὲ ὡς εἶναι ταῦτα σμικρὰ μεγάλοισι συμβάλλειν · τοιοῦτον ἡ Ταυρική ἐστι . ὃς δὲ τῆς Ἀττικῆς ταῦτα μὴ παραπέπλωκε , ἐγὼ δὲ ἄλλως δηλώσω · ὡς εἰ τῆς Ἰηπυγίης ἄλλο ἔθνος καὶ μὴ Ἰήπυγες ἀρξάμενοι ἐκ Βρεντεσίου λιμένος ἀποταμοίατο μέχρι Τάραντος καὶ νεμοίατο τὴν ἄκρην . δύο δὲ λέγων ταῦτα πολλὰ λέγω παρόμοια , τοῖσι ἄλλοισι ἔοικε ἡ Ταυρική .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.