Μιλτιάδης μέν νυν φλαύρως ἔχων ἀπέπλεε ὀπίσω , οὔτε χρήματα Ἀθηναίοισι ἄγων οὔτε Πάρον προσκτησάμενος , ἀλλὰ πολιορκήσας τε ἓξ καὶ εἴκοσι ἡμέρας καὶ δηιώσας τὴν νῆσον .
Πάριοι δὲ πυθόμενοι ὡς ἡ ὑποζάκορος τῶν θεῶν Τιμὼ Μιλτιάδῃ κατηγήσατο , βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήσασθαι , θεοπρόπους πέμπουσι ἐς Δελφούς ὥς σφεας ἡσυχίη τῆς πολιορκίης ἔσχε · ἔπεμπον δὲ ἐπειρησομένους εἰ καταχρήσωνται τὴν ὑποζάκορον τῶν θεῶν τὴν ἐξηγησαμένην τοῖσι ἐχθροῖσι τῆς πατρίδος ἅλωσιν καὶ τὰ ἐς ἔρσενα γόνον ἄρρητα ἱρὰ ἐκφήνασαν Μιλτιάδῃ . ἡ
δὲ Πυθίη οὐκ ἔα , φᾶσα οὐ Τιμοῦν εἶναι τὴν αἰτίην τούτων , ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν μὴ εὖ , φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.