Πέρσας δὲ οἶδα νόμοισι τοιοῖσιδε χρεωμένους , ἀγάλματα μὲν καὶ νηοὺς καὶ βωμοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι , ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσι , ὡς μὲν ἐμοὶ δοκέειν , ὅτι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς κατά περ οἱ Ἕλληνες εἶναι ·
οἳ δὲ νομίζουσι Διὶ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν , τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες · θύουσι δὲ ἡλίῳ τε καὶ σελήνῃ καὶ γῇ καὶ πυρὶ καὶ ὕδατι καὶ ἀνέμοισι . τούτοισι
μὲν δὴ θύουσι μούνοισι ἀρχῆθεν , ἐπιμεμαθήκασι δὲ καὶ τῇ Οὐρανίῃ θύειν , παρά τε Ἀσσυρίων μαθόντες καὶ Ἀραβίων . καλέουσι δὲ Ἀσσύριοι τὴν Ἀφροδίτην Μύλιττα , Ἀράβιοι δὲ Ἀλιλάτ , Πέρσαι δὲ Μίτραν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.