καὶ ἔπειτα παρασκευασάμενοι ἐστρατεύοντο Λακεδαιμόνιοι ἐπὶ Σάμον , ὡς μὲν Σάμιοι λέγουσι , εὐεργεσίας ἐκτίνοντες , ὅτι σφι πρότεροι αὐτοὶ νηυσὶ ἐβοήθησαν ἐπὶ Μεσσηνίους · ὡς δὲ Λακεδαιμόνιοι λέγουσι , οὐκ οὕτω τιμωρῆσαι δεομένοισι Σαμίοισι ἐστρατεύοντο ὡς τίσασθαι βουλόμενοι τοῦ κρητῆρος τῆς ἁρπαγῆς , τὸν ἦγον Κροίσῳ , καὶ τοῦ θώρηκος , τὸν αὐτοῖσι Ἄμασις ὁ Αἰγύπτου βασιλεὺς ἔπεμψε δῶρον .
καὶ γὰρ θώρηκα ἐληίσαντο τῷ προτέρῳ ἔτεϊ ἢ τὸν κρητῆρα οἱ Σάμιοι , ἐόντα μὲν λίνεον καὶ ζῴων ἐνυφασμένων συχνῶν , κεκοσμημένον δὲ χρυσῷ καὶ εἰρίοισι ἀπὸ ξύλου · τῶν
δὲ εἵνεκα θωμάσαι ἄξιον , ἁρπεδόνη ἑκάστη τοῦ θώρηκος ποιέει · ἐοῦσα γὰρ λεπτὴ ἔχει ἁρπεδόνας ἐν ἑωυτῇ τριηκοσίας καὶ ἑξήκοντα , πάσας φανεράς . τοιοῦτος ἕτερος ἐστὶ καὶ τὸν ἐν Λίνδῳ ἀνέθηκε τῇ Ἀθηναίῃ Ἄμασις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.