ὡς δὲ τά τε τῶν γεφυρέων κατεσκεύαστο καὶ τὰ περὶ τὸν Ἄθων , οἵ τε χυτοὶ περὶ τὰ στόματα τῆς διώρυχος , οἳ τῆς ῥηχίης εἵνεκεν ἐποιήθησαν , ἵνα μὴ πίμπληται τὰ στόματα τοῦ ὀρύγματος , καὶ αὐτὴ ἡ διῶρυξ παντελέως πεποιημένη ἀγγέλλετο , ἐνθαῦτα χειμερίσας ἅμα τῷ ἔαρι παρεσκευασμένος ὁ στρατὸς ἐκ τῶν Σαρδίων ὁρμᾶτο ἐλῶν ἐς Ἄβυδον ·
ὁρμημένῳ δέ οἱ ὁ ἥλιος ἐκλιπὼν τὴν ἐκ τοῦ οὐρανοῦ ἕδρην ἀφανὴς ἦν οὔτʼ ἐπινεφέλων ἐόντων αἰθρίης τε τὰ μάλιστα , ἀντὶ ἡμέρης τε νὺξ ἐγένετο . ἰδόντι δὲ καὶ μαθόντι τοῦτο τῷ Ξέρξῃ ἐπιμελὲς ἐγένετο , καὶ εἴρετο τοὺς Μάγους τὸ θέλει προφαίνειν τὸ φάσμα . οἱ
δὲ ἔφραζον ὡς Ἕλλησι προδεικνύει ὁ θεὸς ἔκλειψιν τῶν πολίων , λέγοντες ἥλιον εἶναι Ἑλλήνων προδέκτορα , σελήνην δὲ σφέων . ταῦτα πυθόμενος ὁ Ξέρξης περιχαρὴς ἐὼν ἐποιέετο τὴν ἔλασιν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.