νόμοισι δὲ χρέωνται τοιοῖσιδε . γυναῖκα μὲν γαμέει ἕκαστος , ταύτῃσι δὲ ἐπίκοινα χρέωνται · τὸ γὰρ Σκύθας φασὶ Ἕλληνες ποιέειν , οὐ Σκύθαι εἰσὶ οἱ ποιέοντες ἀλλὰ Μασσαγέται · τῆς γὰρ ἐπιθυμήσῃ γυναικὸς Μασσαγέτης ἀνήρ , τὸν φαρετρεῶνα ἀποκρεμάσας πρὸ τῆς ἁμάξης μίσγεται ἀδεῶς .
οὖρος δὲ ἡλικίης σφι πρόκειται ἄλλος μὲν οὐδείς · ἐπεὰν δὲ γέρων γένηται κάρτα , οἱ προσήκοντές οἱ πάντες συνελθόντες θύουσί μιν καὶ ἄλλα πρόβατα ἅμα αὐτῷ , ἑψήσαντες δὲ τὰ κρέα κατευωχέονται . ταῦτα
μὲν τὰ ὀλβιώτατά σφι νενόμισται , τὸν δὲ νούσῳ τελευτήσαντα οὐ κατασιτέονται ἀλλʼ γῇ κρύπτουσι , συμφορὴν ποιεύμενοι ὅτι οὐκ ἵκετο ἐς τὸ τυθῆναι . σπείρουσι δὲ οὐδέν , ἀλλʼ ἀπὸ κτηνέων ζώουσι καὶ ἰχθύων · οἳ δὲ ἄφθονοί σφι ἐκ τοῦ Ἀράξεω ποταμοῦ παραγίνονται · γαλακτοπόται
δʼ εἰσί . θεῶν δὲ μοῦνον ἥλιον σέβονται , τῷ θύουσι ἵππους . νόος δὲ οὗτος τῆς θυσίης · τῶν θεῶν τῷ ταχίστῳ πάντων τῶν θνητῶν τὸ τάχιστον δατέονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.