Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο , ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο · καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω · ἀπὸ γὰρ τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη τε ἐστὶ καὶ βραχύτερος ὁ χῶρος πολλὸν ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις .
οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν , καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες , ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι , ἤδη πολλῶ μᾶλλον ἢ κατʼ ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος . τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο , οἳ δὲ ἀνὰ τὰς προτέρας ἡμέρας ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο . τότε
δὲ συμμίσγοντες ἔξω τῶν στεινῶν ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων · ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα , αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες . πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο , πολλῷ δʼ ἔτι πλεῦνες κατεπατέοντο ζωοὶ ὑπʼ ἀλλήλων · ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου . ἅτε
γὰρ ἐπιστάμενοι τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος , ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους , παραχρεώμενοί τε καὶ ἀτέοντες .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.