πρὸς ταῦτα Δημάρητος λέγει ὦ βασιλεῦ , ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω · σὺ δʼ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους , ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι .
καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους , αὐτὸς μάλιστα ἐξεπίστεαι , οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι , πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε . οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι , ἀλλὰ στέργειν μάλιστα .
ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι , ἑκών τε εἶναι οὐδʼ ἂν μουνομαχέοιμι . εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγας τις ὁ ἐποτρύνων ἀγών , μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι .
ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν , ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων . ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί · ἔπεστι γάρ σφι δεσπότης νόμος , τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ .
ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ · ἀνώγει δὲ τὠυτὸ αἰεί , οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης , ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυσθαι . σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν , τἆλλα σιγᾶν θέλω τὸ λοιπόν · νῦν τε ἀναγκασθεὶς ἔλεξα . γένοιτο μέντοι κατὰ νόον τοι , βασιλεῦ
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.