ὃ μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου . ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα · ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε . πολλάκις δὲ οἱ Μυσοὶ ἐπʼ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν , ἔπασχον δὲ πρὸς αὐτοῦ .
τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε . ὦ βασιλεῦ , ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ , ὃς τὰ ἔργα διαφθείρει . τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα . νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν , ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης .
οἳ μὲν δὴ τούτων ἐδέοντο , Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε . παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι · οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι · νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει . Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω , καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.