τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν , ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε · τὸ μὲν ὄρθριον μέχρι ὅτευ πληθούσης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα , τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων .
ἀχθεσθέντες δὲ τούτοισι οἱ φίλοι αὐτοῦ ἐνουθέτεον αὐτὸν τοιάδε λέγοντες . ὦ βασιλεῦ , οὐκ ὀρθῶς , σεωυτοῦ προέστηκας , ἐς τὸ ἄγαν φαῦλον προάγων σεωυτόν . σὲ γὰρ ἐχρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θωκέοντα διʼ ἡμέρης πρήσσειν τὰ πρήγματα , καὶ οὕτω Αἰγύπτιοί τʼ ἂν ἠπιστέατο ὡς ὑπʼ ἀνδρὸς μεγάλου ἄρχονται , καὶ ἄμεινον σὺ ἂν ἤκουες · νῦν δὲ ποιέεις οὐδαμῶς βασιλικά .
ὃ δʼ ἀμείβετο τοῖσιδε αὐτούς . τὰ τόξα οἱ ἐκτημένοι , ἐπεὰν μὲν δέωνται χρᾶσθαι , ἐντανύουσι · εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη , ἐκραγείη ἄν , ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖσι χρᾶσθαι .
δὲ καὶ ἀνθρώπου κατάστασις · εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι , λάθοι ἂν ἤτοι μανεὶς ἢ ὅ γε ἀπόπληκτος γενόμενος · τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω . ταῦτα μὲν τοὺς φίλους ἀμείψατο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.