ὡς δὲ ἄρα μιν μετὰ ταῦτα ἰώμενος ὑγιέα ἀπέδεξε , ἐνθαῦτα δὴ διδαχθεῖσα ὑπὸ τοῦ Δημοκήδεος ἡ Ἄτοσσα προσέφερε ἐν τῇ κοίτῃ Δαρείῳ λόγον τοιόνδε . ὦ βασιλεῦ , ἔχων δύναμιν τοσαύτην κάτησαι , οὔτε τι ἔθνος προσκτώμενος οὔτε δύναμιν Πέρσῃσι .
οἰκὸς δὲ ἐστὶ ἄνδρα καὶ νέον καὶ χρημάτων μεγάλων δεσπότην φαίνεσθαί τι ἀποδεικνύμενον , ἵνα καὶ Πέρσαι ἐκμάθωσι ὅτι ὑπʼ ἀνδρὸς ἄρχονται . ἐπʼ ἀμφότερα δέ τοι συμφέρει ταῦτα ποιέειν , καὶ ἵνα σφέων Πέρσαι ἐπίστωνται ἄνδρα εἶναι τὸν προεστεῶτα , καὶ ἵνα τρίβωνται πολέμῳ μηδὲ σχολὴν ἄγοντες ἐπιβουλεύωσί τοι .
νῦν γὰρ ἄν τι καὶ ἀποδέξαιο ἔργον , ἕως νέος εἶς ἡλικίην · αὐξομένῳ γὰρ τῷ σώματι συναύξονται καὶ αἱ φρένες , γηράσκοντι δὲ συγγηράσκουσι καὶ ἐς τὰ πρήγματα πάντα ἀπαμβλύνονται .
ἣ μὲν δὴ ταῦτα ἐκ διδαχῆς ἔλεγε , ὃ δʼ ἀμείβετο τοῖσιδε . ὦ γύναι , πάντα ὅσα περ αὐτὸς ἐπινοέω ποιήσειν εἴρηκας · ἐγὼ γὰρ βεβούλευμαι ζεύξας γέφυραν ἐκ τῆσδε τῆς ἠπείρου ἐς τὴν ἑτέρην ἤπειρον ἐπὶ Σκύθας στρατεύεσθαι · καὶ ταῦτα ὀλίγου χρόνου ἔσται τελεύμενα . λέγει Ἄτοσσα τάδε .
ὅρα νυν , ἐπὶ Σκύθας μὲν τὴν πρώτην ἰέναι ἔασον · οὗτοι γάρ , ἐπεὰν σὺ βούλῃ , ἔσονταί τοι · σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι . ἐπιθυμέω γὰρ λόγῳ πυνθανομένη Λακαίνας τέ μοι γενέσθαι θεραπαίνας καὶ Ἀργείας καὶ Ἀττικὰς καὶ Κορινθίας . ἔχεις δὲ ἄνδρα ἐπιτηδεότατον ἀνδρῶν πάντων δέξαι τε ἕκαστα τῆς Ἑλλάδος καὶ κατηγήσασθαι , τοῦτον ὅς σευ τὸν πόδα ἐξιήσατο .
ἀμείβεται Δαρεῖος ὦ γύναι , ἐπεὶ τοίνυν τοι δοκέει τῆς Ἑλλάδος ἡμέας πρῶτα ἀποπειρᾶσθαι , κατασκόπους μοι δοκέει Περσέων πρῶτον ἄμεινον εἶναι ὁμοῦ τούτῳ τῷ σὺ λέγεις πέμψαι ἐς αὐτούς , οἳ μαθόντες καὶ ἰδόντες ἐξαγγελέουσι ἕκαστα αὐτῶν ἡμῖν · καὶ ἔπειτα ἐξεπιστάμενος ἐπʼ αὐτοὺς τρέψομαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.