ἔφη δὲ Ἀριστέης ὁ Καϋστροβίου ἀνὴρ Προκοννήσιος ποιέων ἔπεα , ἀπικέσθαι ἐς Ἰσσηδόνας φοιβόλαμπτος γενόμενος , Ἰσσηδόνων δὲ ὑπεροικέειν Ἀριμασποὺς ἄνδρας μουνοφθάλμους ὕπερ δὲ τούτων τοὺς χρυσοφύλακας γρῦπας , τούτων δὲ τοὺς Ὑπερβορέους κατήκοντας ἐπὶ θάλασσαν . τούτους
ὦν πάντας πλὴν Ὑπερβορέων , ἀρξάντων Ἀριμασπῶν , αἰεὶ τοῖσι πλησιοχώροισι ἐπιτίθεσθαι , καὶ ὑπὸ μὲν Ἀριμασπῶν ἐξωθέεσθαι ἐκ τῆς χώρης Ἰσσηδόνας , ὑπὸ δὲ Ἰσσηδόνων Σκύθας , Κιμμερίους δὲ οἰκέοντας ἐπὶ τῇ νοτίῃ θαλάσσῃ ὑπὸ Σκυθέων πιεζομένους ἐκλείπειν τὴν χώρην . οὕτω οὐδὲ οὗτος συμφέρεται περὶ τῆς χώρης ταύτης Σκύθῃσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.