οὗτοι οἱ πάντες σταθμοί εἰσι ἕνδεκα καὶ ἑκατόν . καταγωγαὶ μέν νυν σταθμῶν τοσαῦται εἰσὶ ἐκ Σαρδίων ἐς Σοῦσα ἀναβαίνοντι . εἰ δὲ ὀρθῶς μεμέτρηται ἡ ὁδὸς ἡ βασιληίη τοῖσι παρασάγγῃσι καὶ ὁ παρασάγγης δύναται τριήκοντα στάδια , ὥσπερ οὗτός γε δύναται ταῦτα , ἐκ Σαρδίων στάδια ἐστὶ ἐς τὰ βασιλήια τὰ Μεμνόνια καλεόμενα πεντακόσια καὶ τρισχίλια καὶ μύρια , παρασαγγέων ἐόντων πεντήκοντα καὶ τετρακοσίων . πεντήκοντα δὲ καὶ ἑκατὸν στάδια ἐπʼ ἡμέρῃ ἑκάστῃ διεξιοῦσι ἀναισιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.