θαφθεῖσι δέ σφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεσον , καὶ τοῖσι πρότερον τελευτήσασι ἢ ὑπὸ Λεωνίδεω ἀποπεμφθέντας οἴχεσθαι , ἐπιγέγραπται γράμματα λέγοντα τάδε .
μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο1ἐκ Πελοποννάσου χιλιάδες τέτορες .1
ταῦτα μὲν δὴ τοῖσι πᾶσι ἐπιγέγραπται , τοῖσι δὲ Σπαρτιήτῃσι ἰδίῃ .
ὦ ξεῖνʼ , ἀγγέλλειν Λακεδαιμονίοις ὅτι τῇδε1κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι .1
Λακεδαιμονίοισι μὲν δὴ τοῦτο , τῷ δὲ μάντι τόδε .
μνῆμα τόδε κλεινοῖο Μεγιστία , ὅν ποτε Μῆδοι1Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι ,1μάντιος , ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδώς1οὐκ ἔτλη Σπάρτης ἡγεμόνα προλιπεῖν .1
ἐπιγράμμασι μέν νυν καὶ στήλῃσι , ἔξω ἢ τὸ τοῦ μάντιος ἐπίγραμμα , Ἀμφικτύονες εἰσὶ σφέας οἱ ἐπικοσμήσαντες · τὸ δὲ τοῦ μάντιος Μεγιστίεω Σιμωνίδης ὁ Λεωπρέπεος ἐστὶ κατὰ ξεινίην ὁ ἐπιγράψας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.