ἐποιήθη δὲ ὧδε αὕτη ἡ πυραμίς · ἀναβαθμῶν τρόπον , τὰς μετεξέτεροι κρόσσας οἳ δὲ βωμίδας ὀνομάζουσι ,
τοιαύτην τὸ πρῶτον ἐπείτε ἐποίησαν αὐτήν , ἤειρον τοὺς ἐπιλοίπους λίθους μηχανῇσι ξύλων βραχέων πεποιημένῃσι , χαμᾶθεν μὲν ἐπὶ τὸν πρῶτον στοῖχον τῶν ἀναβαθμῶν ἀείροντες · ὅκως
δὲ ἀνίοι ὁ λίθος ἐπʼ αὐτόν , ἐς ἑτέρην μηχανὴν ἐτίθετο ἑστεῶσαν ἐπὶ τοῦ πρώτου στοίχου , ἀπὸ τούτου δὲ ἐπὶ τὸν δεύτερον εἵλκετο στοῖχον ἐπʼ ἄλλης μηχανῆς · ὅσοι
γὰρ δὴ στοῖχοι ἦσαν τῶν ἀναβαθμῶν , τοσαῦται καὶ μηχαναὶ ἦσαν , εἴτε καὶ τὴν αὐτὴν μηχανὴν ἐοῦσαν μίαν τε καὶ εὐβάστακτον μετεφόρεον ἐπὶ στοῖχον ἕκαστον , ὅκως τὸν λίθον ἐξέλοιεν · λελέχθω γὰρ ἡμῖν ἐπʼ ἀμφότερα , κατά περ λέγεται . ἐξεποιήθη
δʼ ὦν τὰ ἀνώτατα αὐτῆς πρῶτα , μετὰ δὲ τὰ ἐχόμενα τούτων ἐξεποίευν , τελευταῖα δὲ αὐτῆς τὰ ἐπίγαια καὶ τὰ κατωτάτω ἐξεποίησαν . σεσήμανται
δὲ διὰ γραμμάτων Αἰγυπτίων ἐν τῇ πυραμίδι ὅσα ἔς τε συρμαίην καὶ κρόμμυα καὶ σκόροδα ἀναισιμώθη τοῖσι ἐργαζομένοισι · καὶ ὡς ἐμὲ εὖ μεμνῆσθαι τὰ ὁ ἑρμηνεύς μοι ἐπιλεγόμενος τὰ γράμματα ἔφη , ἑξακόσια καὶ χίλια τάλαντα ἀργυρίου τετελέσθαι . εἰ δʼ
ἔστι οὕτω ἔχοντα ταῦτα , κόσα οἰκὸς ἄλλα δεδαπανῆσθαι ἐστὶ ἔς τε σίδηρον τῷ ἐργάζοντο καὶ σιτία καὶ ἐσθῆτα τοῖσι ἐργαζομένοισι , ὁκότε χρόνον μὲν οἰκοδόμεον τὰ ἔργα τὸν εἰρημένον , ἄλλον δέ , ὡς ἐγὼ δοκέω , ἐν τῷ τοὺς λίθους ἔταμνον καὶ ἦγον καὶ τὸ ὑπὸ γῆν ὄρυγμα ἐργάζοντο , οὐκ ὀλίγον χρόνον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.