ταῦτα δὲ εἴπας καὶ ἀνεὶς τὸ τόξον παρέδωκε τοῖσι ἥκουσι . λαβὼν δὲ τὸ εἷμα τὸ πορφύρεον εἰρώτα ὅ τι εἴη καὶ ὅκως πεποιημένον · εἰπόντων δὲ τῶν Ἰχθυοφάγων τὴν ἀληθείην περὶ τῆς πορφύρης καὶ τῆς βαφῆς , δολεροὺς μὲν τοὺς ἀνθρώπους ἔφη εἶναι , δολερὰ δὲ αὐτῶν τὰ εἵματα .
δεύτερα δὲ τὸν χρυσὸν εἰρώτα τὸν στρεπτὸν τὸν περιαυχένιον καὶ τὰ ψέλια · ἐξηγεομένων δὲ τῶν Ἰχθυοφάγων τὸν κόσμον αὐτοῦ , γελάσας ὁ βασιλεὺς καὶ νομίσας εἶναι σφέα πέδας εἶπε ὡς παρʼ ἑωυτοῖσι εἰσὶ ῥωμαλεώτεραι τουτέων πέδαι . τρίτον
δὲ εἰρώτα τὸ μύρον · εἰπόντων δὲ τῆς ποιήσιος πέρι καὶ ἀλείψιος , τὸν αὐτὸν λόγον τὸν καὶ περὶ τοῦ εἵματος εἶπε . ὡς δὲ ἐς τὸν οἶνον ἀπίκετο καὶ ἐπύθετο αὐτοῦ τὴν ποίησιν , ὑπερησθεὶς τῷ πόματι ἐπείρετο ὅ τι τε σιτέεται ὁ βασιλεὺς καὶ χρόνον ὁκόσον μακρότατον ἀνὴρ Πέρσης ζώει . οἳ
δὲ σιτέεσθαι μὲν τὸν ἄρτον εἶπον , ἐξηγησάμενοι τῶν πυρῶν τὴν φύσιν , ὀγδώκοντα δὲ ἔτεα ζόης πλήρωμα ἀνδρὶ μακρότατον προκεῖσθαι . πρὸς ταῦτα ὁ Αἰθίοψ ἔφη οὐδὲν θωμάζειν εἰ σιτεόμενοι κόπρον ἔτεα ὀλίγα ζώουσι · οὐδὲ γὰρ ἂν τοσαῦτα δύνασθαι ζώειν σφέας , εἰ μὴ τῷ πόματι ἀνέφερον , φράζων τοῖσι Ἰχθυοφάγοισι τὸν οἶνον · τούτῳ γὰρ ἑωυτοὺς ὑπὸ Περσέων ἑσσοῦσθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.