παρῆσαν δὲ μετὰ τοῦτο οἱ Λυδοὶ φέροντες τὸν νεκρόν , ὄπισθε δὲ εἵπετό οἱ ὁ φονεύς . στὰς δὲ οὗτος πρὸ τοῦ νεκροῦ παρεδίδου ἑωυτὸν Κροίσῳ προτείνων τὰς χεῖρας , ἐπικατασφάξαι μιν κελεύων τῷ νεκρῷ , λέγων τήν τε προτέρην ἑωυτοῦ συμφορήν , καὶ ὡς ἐπʼ ἐκείνῃ τὸν καθήραντα ἀπολωλεκὼς εἴη , οὐδέ οἱ εἴη βιώσιμον .
Κροῖσος δὲ τούτων ἀκούσας τόν τε Ἄδρηστον κατοικτείρει , καίπερ ἐὼν ἐν κακῷ οἰκηίῳ τοσούτῳ καὶ λέγει πρὸς αὐτόν ἔχω ὦ ξεῖνε παρὰ σεῦ πᾶσαν τὴν δίκην , ἐπειδὴ σεωυτοῦ καταδικάζεις θάνατον . εἶς δὲ οὐ σύ μοι τοῦδε τοῦ κακοῦ αἴτιος , εἰ μὴ ὅσον ἀέκων ἐξεργάσαο , ἀλλὰ θεῶν κού τις , ὅς μοι καὶ πάλαι προεσήμαινε τὰ μέλλοντα ἔσεσθαι .
Κροῖσος μέν νυν ἔθαψε ὡς οἰκὸς ἦν τὸν ἑωυτοῦ παῖδα · Ἄδρηστος δὲ ὁ Γορδίεω τοῦ Μίδεω , οὗτος δὴ ὁ φονεὺς μὲν τοῦ ἑωυτοῦ ἀδελφεοῦ γενόμενος φονεὺς δὲ τοῦ καθήραντος , ἐπείτε ἡσυχίη τῶν ἀνθρώπων ἐγένετο περὶ τὸ σῆμα , συγγινωσκόμενος ἀνθρώπων εἶναι τῶν αὐτὸς ᾔδεε βαρυσυμφορώτατος , ἐπικατασφάζει τῷ τύμβῳ ἑωυτόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.