ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος , ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης ὁ Κυψέλου ἐὼν οἰκίης τεθριπποτρόφου , τὰ μὲν ἀνέκαθεν ἀπʼ Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς , τὰ δὲ νεώτερα Ἀθηναῖος , Φιλαίου τοῦ Αἴαντος παιδὸς γενομένου πρώτου τῆς οἰκίης ταύτης Ἀθηναίου .
οὗτος ὁ Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ , ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια . οἳ δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπʼ αὐτοῦ ἐξέφαινον πᾶν τὸ μαντήιον , ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεσθαι . Μιλτιάδεα
δὲ ἀκούσαντα παραυτίκα ἔπεισε ὁ λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι . αὐτίκα δὲ ἐστάλη ἐς Δελφούς , ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοίη τά περ αὐτοῦ οἱ Δόλογκοι προσεδέοντο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.