ὁ δὲ Ἀρκεσίλεως τοῦτον τὸν χρόνον ἐὼν ἐν Σάμῳ συνήγειρε πάντα ἄνδρα ἐπὶ γῆς ἀναδασμῷ · συλλεγομένου δὲ στρατοῦ πολλοῦ , ἐστάλη ἐς Δελφοὺς Ἀρκεσίλεως χρησόμενος τῷ χρηστηρίῳ περὶ κατόδου . ἡ
δὲ Πυθίη οἱ χρᾷ τάδε . ἐπὶ
μὲν τέσσερας Βᾶττους καὶ Ἀρκεσίλεως τέσσερας , ὀκτὼ ἀνδρῶν γενεάς , διδοῖ ὑμῖν Λοξίης βασιλεύειν Κυρήνης , πλέον μέντοι τούτου οὐδὲ πειρᾶσθαι παραινέει . σὺ μέντοι ἥσυχος εἶναι κατελθὼν ἐς τὴν σεωυτοῦ . ἢν δὲ τὴν κάμινον εὕρῃς πλέην ἀμφορέων , μὴ ἐξοπτήσῃς τοὺς ἀμφορέας ἀλλʼ ἀπόπεμπε κατʼ οὖρον · εἰ δὲ ἐξοπτήσεις τὴν κάμινον , μὴ ἐσέλθῃς ἐς τὴν ἀμφίρρυτον · εἰ δὲ μὴ ἀποθανέαι καὶ αὐτὸς καὶ ταῦρος ὁ καλλιστεύων . ταῦταἡ Πυθίη Ἀρκεσίλεῳ χρᾷ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.