πολλῶν δὲ ἐόντων ὁμοτρόφων τοῖσι ἀνθρώποισι θηρίων πολλῷ ἂν ἔτι πλέω ἐγίνετο , εἰ μὴ κατελάμβανε τοὺς αἰελούρους τοιάδε · ἐπεὰν τέκωσι αἱ θήλεαι , οὐκέτι φοιτέουσι παρὰ τοὺς ἔρσενας · οἳ δὲ διζήμενοι μίσγεσθαι αὐτῇσι οὐκ ἔχουσι .
πρὸς ὦν ταῦτα σοφίζονται τάδε · ἁρπάζοντες ἀπὸ τῶν θηλέων καὶ ὑπαιρεόμενοι τὰ τέκνα κτείνουσι , κτείναντες μέντοι οὐ πατέονται · αἳ δὲ στερισκόμεναι τῶν τέκνων , ἄλλων δὲ ἐπιθυμέουσαι , οὕτω δὴ ἀπικνέονται παρὰ τοὺς ἔρσενας · φιλότεκνον γὰρ τὸ θηρίον . πυρκαϊῆς
δὲ γενομένης θεῖα πρήγματα καταλαμβάνει τοὺς αἰελούρους · οἱ μὲν γὰρ Αἰγύπτιοι διαστάντες φυλακὰς ἔχουσι τῶν αἰελούρων , ἀμελήσαντες σβεννύναι τὸ καιόμενον , οἱ δὲ αἰέλουροι διαδύνοντες καὶ ὑπερθρώσκοντες τοὺς ἀνθρώπους ἐσάλλονται ἐς τὸ πῦρ . ταῦτα
δὲ γινόμενα πένθεα μεγάλα τοὺς Αἰγυπτίους καταλαμβάνει . ἐν ὁτέοισι δʼ ἂν οἰκίοισι αἰέλουρος ἀποθάνῃ ἀπὸ τοῦ αὐτομάτου , οἱ ἐνοικέοντες πάντες ξυρῶνται τὰς ὀφρύας μούνας , παρʼ ὁτέοισι δʼ ἂν κύων , πᾶν τὸ σῶμα καὶ τὴν κεφαλήν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.