χρεωμένοισι γὰρ Ἀργείοισι ἐν Δελφοῖσι περὶ σωτηρίης τῆς πόλιος τῆς σφετέρης ἐχρήσθη ἐπίκοινον χρηστήριον , τὸ μὲν ἐς αὐτοὺς τοὺς Ἀργείους φέρον , τὴν δὲ παρενθήκην ἔχρησε ἐς Μιλησίους . τὸ μέν νυν ἐς τοὺς Ἀργείους ἔχον ,
ἐπεὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου , τότε μνησθήσομαι · τὰ δὲ τοῖσι Μιλησίοισι οὐ παρεοῦσι ἔχρησε , ἔχει ὧδε . καὶ
τότε δή , Μίλητε κακῶν ἐπιμήχανε ἔργων ,1δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ ,1δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις ,1δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει .1
τότε δὴ ταῦτα τοὺς Μιλησίους κατελάμβανε , ὁκότε ἄνδρες μὲν οἱ πλεῦνες ἐκτείνοντο ὑπὸ τῶν Περσέων ἐόντων κομητέων , γυναῖκες δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο , ἱρὸν δὲ τὸ ἐν Διδύμοισι καὶ ὁ νηός τε καὶ τὸ χρηστήριον συληθέντα ἐνεπίμπρατο . τῶν δʼ ἐν τῷ ἱρῷ τούτῳ χρημάτων πολλάκις μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιησάμην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.