τούτου δὲ τοιούτου γινομένου ἔλεξαν οἱ τύραννοι τῆς Κύπρου , συγκαλέσαντες τῶν Ἰώνων τοὺς στρατηγούς , ἄνδρες Ἴωνες , αἵρεσιν ὑμῖν δίδομεν ἡμεῖς οἱ Κύπριοι ὁκοτέροισι βούλεσθε προσφέρεσθαι , ἢ Πέρσῃσι ἢ Φοίνιξι .
εἰ μὲν γὰρ πεζῇ βούλεσθε ταχθέντες Περσέων διαπειρᾶσθαι , ὥρη ἂν εἴη ὑμῖν ἐκβάντας ἐκ τῶν νεῶν τάσσεσθαι πεζῇ , ἡμέας δὲ ἐς τὰς νέας ἐσβαίνειν τὰς ὑμετέρας Φοίνιξι ἀνταγωνιευμένους · εἰ δὲ Φοινίκων μᾶλλον βούλεσθε διαπειρᾶσθαι , ποιέειν χρεόν ἐστι ὑμέας , ὁκότερα ἂν δὴ τούτων ἕλησθε , ὅκως τὸ κατʼ ὑμέας ἔσται ἥ τε Ἰωνίη καὶ ἡ Κύπρος ἐλευθέρη .
εἶπαν Ἴωνες πρὸς ταῦτα ἡμέας δὲ ἀπέπεμψε τὸ κοινὸν τῶν Ἰώνων φυλάξοντας τὴν θάλασσαν , ἀλλʼ οὐκ ἵνα Κυπρίοισι τὰς νέας παραδόντες αὐτοὶ πεζῇ Πέρσῃσι προσφερώμεθα . ἡμεῖς μέν νυν ἐπʼ οὗ ἐτάχθημεν , ταύτῃ πειρησόμεθα εἶναι χρηστοί · ὑμέας δὲ χρεόν ἐστι ἀναμνησθέντας οἷα ἐπάσχετε δουλεύοντες πρὸς τῶν Μήδων , γίνεσθαι ἄνδρας ἀγαθούς .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.