κλεφθέντων δὲ τῶνδε τῶν ἀγαλμάτων οἱ Ἐπιδαύριοι τοῖσι Ἀθηναίοισι τὰ συνέθεντο οὐκ ἐπετέλεον . πέμψαντες δὲ οἱ Ἀθηναῖοι ἐμήνιον τοῖσι Ἐπιδαυρίοισι · οἳ δὲ ἀπέφαινον λόγῳ ὡς οὐκ ἀδικέοιεν · ὅσον μὲν γὰρ χρόνον εἶχον τὰ ἀγάλματα ἐν τῇ χώρῃ , ἐπιτελέειν τὰ συνέθεντο , ἐπεὶ δὲ ἐστερῆσθαι αὐτῶν , οὐ δίκαιον εἶναι ἀποφέρειν ἔτι , ἀλλὰ τοὺς ἔχοντας αὐτὰ Αἰγινήτας πρήσσεσθαι ἐκέλευον .
πρὸς ταῦτα οἱ Ἀθηναῖοι ἐς Αἴγιναν πέμψαντες ἀπαίτεον τὰ ἀγάλματα · οἱ δὲ Αἰγινῆται ἔφασαν σφίσι τε καὶ Ἀθηναίοισι εἶναι οὐδὲν πρῆγμα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.