οὗτοι ὦν ἐπείτε τὴν Ἱστιαίου αἱρέοντο γνώμην , ἔδοξε σφι πρὸς ταύτῃ τάδε ἔργα τε καὶ ἔπεα προσθεῖναι , τῆς μὲν γεφύρης λύειν τὰ κατὰ τοὺς Σκύθας ἐόντα , λύειν δὲ ὅσον τόξευμα ἐξικνέεται , ἵνα καὶ ποιέειν τι δοκέωσι ποιεῦντες μηδὲν καὶ οἱ Σκύθαι μὴ πειρῴατο βιώμενοι καὶ βουλόμενοι διαβῆναι τὸν Ἴστρον κατὰ τὴν γέφυραν , εἰπεῖν τε λύοντας τῆς γεφύρης τὸ ἐς τὴν Σκυθικὴν ἔχον ὡς πάντα ποιήσουσι τὰ Σκύθησι ἐστὶ ἐν ἡδονῇ . ταῦτα
μὲν προσέθηκαν τῇ γνώμῃ . μετὰ δὲ ἐκ πάντων ὑπεκρίνατο Ἱστιαῖος τάδε λέγων . Ἄνδρες Σκύθαι , χρηστὰ ἥκετε φέροντες καὶ ἐς καιρὸν ἐπείγεσθε · καὶ τά τε ἀπʼ ὑμέων ἡμῖν χρηστῶς ὁδοῦται καὶ τὰ ἀπʼ ἡμέων ἐς ὑμέας ἐπιτηδέως ὑπηρετέεται . ὡς γὰρ ὁρᾶτε , καὶ λύομεν τὸν πόρον καὶ προθυμίην πᾶσαν ἕξομεν θέλοντες εἶναι ἐλεύθεροι . ἐν
ᾧ δὲ ἡμεῖς τάδε λύομεν , ὑμέας καιρός ἐστι δίζησθαι ἐκείνους , εὑρόντας δὲ ὑπέρ τε ἡμέων καὶ ὑμέων αὐτῶν τίσασθαι οὕτω ὡς κείνους πρέπει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.