οἱ ὦν Πέρσαι οἱ πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο , αἴτεον ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βασιλέι γῆν τε καὶ ὕδωρ . ὁ δὲ ταῦτά τε ἐδίδου καὶ σφεας ἐπὶ ξείνια καλέει , παρασκευασάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς Πέρσας φιλοφρόνως .
ὡς δὲ ἀπὸ δείπνου ἐγένοντο , διαπίνοντες εἶπαν οἱ Πέρσαι τάδε . ξεῖνε Μακεδών , ἡμῖν νόμος ἐστὶ τοῖσι Πέρσῃσι , ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα , τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐσάγεσθαι παρέδρους . σύ νυν , ἐπεί περ προθύμως μὲν ἐδέξαο μεγάλως δὲ ξεινίζεις , διδοῖς δὲ βασιλέι Δαρείῳ γῆν τε καὶ ὕδωρ , ἕπεο νόμῳ τῷ ἡμετέρῳ .
εἶπε πρὸς ταῦτα Ἀμύντης ὦ Πέρσαι , νόμος μὲν ἡμῖν γε ἐστὶ οὐκ οὗτος , ἀλλὰ κεχωρίσθαι ἄνδρας γυναικῶν · ἐπείτε δὲ ὑμεῖς ἐόντες δεσπόται προσχρηίζετε τούτων , παρέσται ὑμῖν καὶ ταῦτα . εἴπας τοσαῦτα ὁ Ἀμύντης μετεπέμπετο τὰς γυναῖκας · αἳ δʼ ἐπείτε καλεόμεναι ἦλθον , ἐπεξῆς ἀντίαι ἵζοντο τοῖσι Πέρσῃσι . ἐνθαῦτα
οἱ Πέρσαι ἰδόμενοι γυναῖκας εὐμόρφους ἔλεγον πρὸς Ἀμύντην φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι σοφόν · κρέσσον γὰρ εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰς γυναῖκας ἢ ἐλθούσας καὶ μὴ παριζομένας ἀντίας ἵζεσθαι ἀλγηδόνας σφίσι ὀφθαλμῶν . ἀναγκαζόμενος
δὲ ὁ Ἀμύντης ἐκέλευε παρίζειν · πειθομενέων δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρσαι μαστῶν τε ἅπτοντο οἷα πλεόνως οἰνωμένοι , καί κού τις καὶ φιλέειν ἐπειρᾶτο .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.