ἡ μέν νυν χώρη αὕτη Σιθωνίη καλέεται , ὁ δὲ ναυτικὸς στρατὸς ὁ Ξέρξεω συντάμνων ἀπʼ Ἀμπέλου ἄκρης ἐπὶ Καναστραίην ἄκρην , τὸ δὴ πάρης τῆς Παλλήνης ἀνέχει μάλιστα , ἐνθεῦτεν νέας τε καὶ στρατιὴν παρελάμβανε ἐκ Ποτιδαίης καὶ Ἀφύτιος καὶ Νέης πόλιος καὶ Αἰγῆς καὶ Θεράμβω καὶ Σκιώνης καὶ Μένδης καὶ Σάνης · αὗται γὰρ εἰσὶ αἱ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην καλεομένην νεμόμεναι .
παραπλέων δὲ καὶ ταύτην τὴν χώρην ἔπλεε ἐς τὸ προειρημένον , παραλαμβάνων στρατιὴν καὶ ἐκ τῶν προσεχέων πολίων τῇ Παλλήνῃ , ὁμουρεουσέων δὲ τῷ Θερμαίῳ κόλπῳ , τῇσι οὐνόματα ἐστὶ τάδε , Λίπαξος Κώμβρεια Αἷσα Γίγωνος Κάμψα Σμίλα Αἴνεια · ἡ δε τουτέων χώρη Κροσσαίη ἔτι καὶ ἐς τόδε καλέεται . ἀπὸ
δὲ Αἰνείης , ἐς τὴν ἐτελεύτων καταλέγων τὰς πόλις , ἀπὸ ταύτης ἤδη ἐς αὐτόν τε τὸν Θερμαῖον κόλπον ἐγίνετο τῷ ναυτικῷ στρατῷ ὁ πλόος καὶ γῆν τὴν Μυγδονίην , πλέων δὲ ἀπίκετο ἔς τε τὴν προειρημένην Θέρμην καὶ Σίνδον τε πόλιν καὶ Χαλέστρην ἐπὶ τὸν Ἄξιον ποταμόν , ὃς οὐρίζει χώρην τὴν Μυγδονίην τε καὶ Βοττιαιίδα , τῆς ἔχουσι τὸ παρὰ θάλασσαν στεινὸν χωρίον πόλιες Ἴχναι τε καὶ Πέλλα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.