ὁρμηθεὶς ὦν ἀποτίνυσθαι ὁ Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος , ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ , ἐπʼ ᾧ τε , ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου , ἕψεταί οἱ ἐπʼ Αἰγινήτας .
ὁ δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε · ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα , ὁ Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ γάμου , φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν γυναῖκα . κατὰ
τοῦτο μὲν τῷ Λευτυχίδῃ ἡ ἔχθρη ἡ ἐς τὸν Δημάρητον ἐγεγόνεε , τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης ὁ Λευτυχίδης κατόμνυται Δημαρήτῳ , φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων οὐκ ἐόντα παῖδα Ἀρίστωνος · μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε , ἀνασώζων ἐκεῖνο τὸ ἔπος τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε ὁ οἰκέτης παῖδα γεγονέναι , ὁ δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε φὰς οὐκ ἑωυτοῦ μιν εἶναι . τούτου
δὴ ἐπιβατεύων τοῦ ῥήματος ὁ Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης , τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.