τοῦτον μὲν τοσαῦτα ἀποδέξασθαι . μετὰ δὲ τοῦτον βασιλεῦσαι ἄνδρα τυφλὸν ἐξ Ἀνύσιος πόλιος , τῷ οὔνομα Ἄνυσιν εἶναι . ἐπὶ τούτου βασιλεύοντος ἐλάσαι ἐπʼ Αἴγυπτον χειρὶ πολλῇ Αἰθίοπάς τε καὶ Σαβακῶν τὸν Αἰθιόπων βασιλέα .
τὸν μὲν δὴ τυφλὸν τοῦτον οἴχεσθαι φεύγοντα ἐς τὰ ἕλεα , τὸν δὲ Αἰθίοπα βασιλεύειν Αἰγύπτου ἐπʼ ἔτεα πεντήκοντα , ἐν τοῖσι αὐτὸν τάδε ἀποδέξασθαι · ὅκως
τῶν τις Αἰγυπτίων ἁμάρτοι τι , κτείνειν μὲν αὐτῶν οὐδένα ἐθέλειν , τὸν δὲ κατὰ μέγαθος τοῦ ἀδικήματος ἑκάστῳ δικάζειν ἐπιτάσσοντα χώματα χοῦν πρὸς τῇ ἑωυτῶν πόλι , ὅθεν ἕκαστος ἦν τῶν ἀδικεόντων . καὶ οὕτω ἔτι αἱ πόλιες ἐγένοντο ὑψηλότεραι · τὸ
μὲν γὰρ πρῶτον ἐχώσθησαν ὑπὸ τῶν τὰς διώρυχας ὀρυξάντων ἐπὶ Σεσώστριος βασιλέος , δεύτερα δὲ ἐπὶ τοῦ Αἰθίοπος καὶ κάρτα ὑψηλαὶ ἐγένοντο . ὑψηλέων
δὲ καὶ ἑτερέων γενομενέων ἐν τῇ Αἰγύπτῳ πολίων , ὡς ἐμοὶ δοκέει , μάλιστα ἡ ἐν Βουβάστιπόλις ἐξεχώσθη , ἐν τῇ καὶ ἱρόν ἐστι Βουβάστιος ἀξιαπηγητότατον · μέζω μὲν γὰρ ἄλλα καὶ πολυδαπανώτερα ἐστὶ ἱρά , ἡδονὴ δὲ ἰδέσθαι οὐδὲν τούτου μᾶλλον . ἡ δὲ Βούβαστις κατὰ Ἑλλάδα γλῶσσαν ἐστὶ Ἄρτεμις .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.