Αὐσχισέων δὲ τούτων τὸ πρὸς ἑσπέρης ἔχονται Νασαμῶνες , ἔθνος ἐὸν πολλόν , οἳ τὸ θέρος καταλείποντες ἐπὶ τῇ θαλάσσῃ τὰ πρόβατα ἀναβαίνουσι ἐς Αὔγιλα χῶρον ὀπωριεῦντες τοὺς φοίνικας . οἳ δὲ πολλοὶ καὶ ἀμφιλαφέες πεφύκασι , πάντες ἐόντες καρποφόροι . τοὺς δὲ ἀττελέβους ἐπεὰν θηρεύσωσι , αὐήναντες πρὸς τὸν ἥλιον καταλέουσι καὶ ἔπειτα ἐπὶ γάλα ἐπιπάσσοντες πίνουσι . γυναῖκας
δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος ἐπίκοινον αὐτέων τὴν μῖξιν ποιεῦνται τρόπῳ παραπλησίῳ τῷ καὶ Μασσαγέται · ἐπεὰν σκίπωνα προστήσωνται , μίσγονται . πρῶτον δὲ γαμέοντος Νασαμῶνος ἀνδρὸς νόμος ἐστὶ τὴν νύμφην νυκτὶ τῇ πρώτῃ διὰ πάντων διεξελθεῖν τῶν δαιτυμόνων μισγομένην · τῶν δὲ ὡς ἕκαστος οἱ μιχθῇ , διδοῖ δῶρον τὸ ἂν ἔχῃ φερόμενος ἐξ οἴκου . ὁρκίοισι
δὲ καὶ μαντικῇ χρέωνται τοιῇδε · ὀμνύουσι μὲν τοὺς παρὰ σφίσι ἄνδρας δικαιοτάτους καὶ ἀρίστους λεγομένους γενέσθαι , τούτους , τῶν τύμβων ἁπτόμενοι · μαντεύονται δὲ ἐπὶ τῶν προγόνων φοιτέοντες τὰ σήματα , καὶ κατευξάμενοι ἐπικατακοιμῶνται · τὸ δʼ ἂν ἴδη ἐν τῇ ὄψι ἐνύπνιον , τούτῳ χρᾶται . πίστισι
δὲ τοιῇσιδε χρέωνται · ἐκ τῆς χειρὸς διδοῖ πιεῖν καὶ αὐτὸς ἐκ τῆς τοῦ ἑτέρου πίνει . ἢν δὲ μὴ ἔχωσι ὑγρὸν μηδέν , οἳ δὲ τῆς χαμᾶθεν σποδοῦ λαβόντες λείχουσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.