ταῦτα μὲν δὴ οὕτω ἐγίνετο . Ἱστιαίῳ δὲ τῷ Μιλησίῳ ἐόντι περὶ Βυζάντιον καὶ συλλαμβάνοντι τὰς Ἰώνων ὁλκάδας ἐκπλεούσας ἐκ τοῦ Πόντου ἐξαγγέλλεται τὰ περὶ τὴν Μίλητον γενόμενα . τὰ μὲν δὴ περὶ Ἑλλήσποντον ἔχοντα πρήγματα ἐπιτράπει Βισάλτῃ Ἀπολλοφάνεος παιδὶ Ἀβυδηνῷ , αὐτὸς δὲ ἔχων Λεσβίους ἐς Χίον ἔπλεε , καὶ Χίων φρουρῇ οὐ προσιεμένῃ μιν συνέβαλε ἐν Κοίλοισι καλεομένοισι τῆς Χίης χώρης .
τούτων τε δὴ ἐφόνευσε συχνούς , καὶ τῶν λοιπῶν Χίων , οἷα δὴ κεκακωμένων ἐκ τῆς ναυμαχίης , ὁ Ἱστιαῖος ἔχων τοὺς Λεσβίους ἐπεκράτησε , ἐκ Πολίχνης τῆς Χίων ὁρμώμενος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.