ἑπτὰ δὲ μηνῶν καὶ ἐνιαυτοῦ διεληλυθότος ἤδη ὁ Δαρεῖός τε ἤσχαλλε καὶ ἡ στρατιὴ πᾶσα οὐ δυνατὴ ἐοῦσα ἑλεῖν τοὺς Βαβυλωνίους . καίτοι πάντα σοφίσματα καὶ πάσας μηχανὰς ἐπεποιήκεε ἐς αὐτοὺς Δαρεῖος · ἀλλʼ οὐδʼ ὣς ἐδύνατο ἑλεῖν σφεας , ἄλλοισί τε σοφίσμασι πειρησάμενος , καὶ δὴ καὶ τῷ Κῦρος εἷλε σφέας , καὶ τούτῳ ἐπειρήθη . ἀλλὰ γὰρ δεινῶς ἦσαν ἐν φυλακῇσι οἱ Βαβυλώνιοι , οὐδὲ σφέας οἷός τε ἦν ἑλεῖν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.