Μαρδόνιος δὲ ἐπιλεξάμενος ὅ τι δὴ λέγοντα ἦν τὰ χρηστήρια μετὰ ταῦτα ἔπεμψε ἄγγελον ἐς Ἀθήνας Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακεδόνα , ἅμα μὲν ὅτι οἱ προσκηδέες οἱ Πέρσαι ἦσαν · Ἀλεξάνδρου γὰρ ἀδελφεὴν Γυγαίην , Ἀμύντεω δὲ θυγατέρα , Βουβάρης ἀνὴρ Πέρσης ἔσχε , ἐκ τῆς οἱ ἐγεγόνεε Ἀμύντης ὁ ἐν τῇ Ἀσίῃ , ἔχων τὸ οὔνομα τοῦ μητροπάτορος , τῷ δὴ ἐκ βασιλέος τῆς Φρυγίης ἐδόθη Ἀλάβανδα πόλις μεγάλη νέμεσθαι · ἅμα δὲ ὁ Μαρδόνιος πυθόμενος ὅτι πρόξεινός τε εἴη καὶ εὐεργέτης ὁ Ἀλέξανδρος ἔπεμπε ·
τοὺς γὰρ Ἀθηναίους οὕτω ἐδόκεε μάλιστα προσκτήσεσθαι , λεών τε πολλὸν ἄρα ἀκούων εἶναι καὶ ἄλκιμον , τά τε κατὰ τὴν θάλασσαν συντυχόντα σφι παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἐπίστατο . τούτων
δὲ προσγενομένων κατήλπιζε εὐπετέως τῆς θαλάσσης κρατήσειν , τά περ ἂν καὶ ἦν , πεζῇ τε ἐδόκεε πολλῷ εἶναι κρέσσων , οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα ἔσεσθαι τῶν Ἑλληνικῶν . τάχα δʼ ἂν καὶ τὰ χρηστήρια ταῦτά οἱ προλέγοι , συμβουλεύοντα σύμμαχον τὸν Ἀθηναῖον ποιέεσθαι · τοῖσι δὴ πειθόμενος ἔπεμπε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.