οἱ δʼ ἐπὶ τὸν Πολυκράτεα στρατευσάμενοι Σαμίων , ἐπεὶ οἱ Λακεδαιμόνιοι αὐτοὺς ἀπολιπεῖν ἔμελλον , καὶ αὐτοὶ ἀπέπλεον ἐς Σίφνον ,
χρημάτων γὰρ ἐδέοντο , τὰ δὲ τῶν Σιφνίων πρήγματα ἤκμαζε τοῦτον τὸν χρόνον , καὶ νησιωτέων μάλιστα ἐπλούτεον , ἅτε ἐόντων αὐτοῖσι ἐν τῇ νήσῳ χρυσέων καὶ ἀργυρέων μετάλλων , οὕτω ὥστε ἀπὸ τῆς δεκάτης τῶν γινομένων αὐτόθεν χρημάτων θησαυρὸς ἐν Δελφοῖσι ἀνάκειται ὅμοια τοῖσι πλουσιωτάτοισι · αὐτοὶ δὲ τὰ γινόμενα τῷ ἐνιαυτῷ ἑκάστῳ χρήματα διενέμοντο . ὅτε
ὦν ἐποιεῦντο τὸν θησαυρόν , ἐχρέωντο τῷ χρηστηρίῳ εἰ αὐτοῖσι τὰ παρεόντα ἀγαθὰ οἷά τε ἐστὶ πολλὸν χρόνον παραμένειν · ἡ δὲ Πυθίη ἔχρησέ σφι τάδε . ἀλλʼ
δὲ Σιφνίοισι ἦν τότε ἡ ἀγορὴ καὶ τὸ πρυτανήιον Παρίῳ λίθῳ ἠσκημένα .ὅταν ἐν Σίφνῳ πρυτανήια λευκὰ γένηται λεύκοφρύς1τʼ ἀγορή , τότε δὴ δεῖ φράδμονος ἀνδρός φράσσασθαι1ξύλινόν τε λόχον κήρυκά τʼ ἐρυθρόν . τοῖσι1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.