συνελθόντες δὲ οὗτοι ἐόντες ἑπτὰ ἐδίδοσαν σφίσι πίστις καὶ λόγους . ἐπείτε δὲ ἐς Δαρεῖον ἀπίκετο γνώμην ἀποφαίνεσθαι , ἔλεγέ σφι τάδε .
ἐγὼ ταῦτα ἐδόκεον μὲν αὐτὸς μοῦνος ἐπίστασθαι , ὅτι τε ὁ Μάγος εἴη ὁ βασιλεύων καὶ Σμέρδις ὁ Κύρου τετελεύτηκε · καὶ αὐτοῦ τούτου εἵνεκεν ἥκω σπουδῇ ὡς συστήσων ἐπὶ τῷ Μάγῳ θάνατον . ἐπείτε δὲ συνήνεικε ὥστε καὶ ὑμέας εἰδέναι καὶ μὴ μοῦνον ἐμέ , ποιέειν αὐτίκα μοι δοκέει καὶ μὴ ὑπερβάλλεσθαι · οὐ γὰρ ἄμεινον .
εἶπε πρὸς ταῦτα ὁ Ὀτάνης ὦ παῖ Ὑστάσπεος , εἶς τε πατρὸς ἀγαθοῦ καὶ ἐκφαίνειν ἔοικας σεωυτὸν ἐόντα τοῦ πατρὸς οὐδὲν ἥσσω · τὴν μέντοι ἐπιχείρησιν ταύτην μὴ οὕτω συντάχυνε ἀβούλως , ἀλλʼ ἐπὶ τὸ σωφρονέστερον αὐτὴν λάμβανε · δεῖ γὰρ πλεῦνας γενομένους οὕτω ἐπιχειρέειν .
λέγει πρὸς ταῦτα Δαρεῖος ἄνδρες οἱ παρεόντες , τρόπῳ τῷ εἰρημένῳ ἐξ Ὀτάνεω εἰ χρήσεσθε , ἐπίστασθε ὅτι ἀπολέεσθε κάκιστα · ἐξοίσει γάρ τις πρὸς τὸν Μάγον , ἰδίῃ περιβαλλόμενος ἑωυτῷ κέρδεα .
μάλιστα μέν νυν ὠφείλετε ἐπʼ ὑμέων αὐτῶν βαλλόμενοι ποιέειν ταῦτα · ἐπείτε δὲ ὑμῖν ἀναφέρειν ἐς πλεῦνας ἐδόκεε καὶ ἐμοὶ ὑπερέθεσθε , ἢ ποιέωμεν σήμερον ἢ ἴστε ὑμῖν ὅτι ἢν ὑπερπέσῃ ἡ νῦν ἡμέρη , ὡς οὐκ ἄλλος φθὰς ἐμεῦ κατήγορος ἔσται , ἀλλά σφεα αὐτὸς ἐγὼ κατερέω πρὸς τὸν Μάγον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.