ἀνέθηκε δὲ καὶ ἐν τοῖσι ἄλλοισι ἱροῖσι ὁ Ἄμασις πᾶσι τοῖσι ἐλλογίμοισι ἔργα τὸ μέγαθος ἀξιοθέητα , ἐν δὲ καὶ ἐν Μέμφι τὸν ὕπτιον κείμενον κολοσσὸν τοῦ Ἡφαιστείου ἔμπροσθε , τοῦ πόδες πέντε καὶ ἑβδομήκοντα εἰσὶ τὸ μῆκος · ἐπὶ δὲ τῷ αὐτῷ βάθρῳ ἑστᾶσι τοῦ αὐτοῦ ἐόντος λίθου δύο κολοσσοί , εἴκοσι ποδῶν τὸ μέγαθος ἐὼν ἑκάτερος , ὃ μὲν ἔνθεν ὃ δʼ ἔνθεν τοῦ μεγάλου .
ἔστι δὲ λίθινος ἕτερος τοσοῦτος καὶ ἐν Σάι , κείμενος κατὰ τὸν αὐτὸν τρόπον τῷ ἐν Μέμφι . τῇ Ἴσι τε τὸ ἐν Μέμφι ἱρὸν Ἄμασις ἐστὶ ὁ ἐξοικοδομήσας , ἐὸν μέγα τε καὶ ἀξιοθεητότατον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.