τότε δὲ οὗτος ὁ Ἀρυάνδης κατοικτείρας Φερετίμην διδοῖ αὐτῇ στρατὸν τὸν ἐξ Αἰγύπτου ἅπαντα καὶ τὸν πεζὸν καὶ τὸν ναυτικόν · στρατηγὸν δὲ τοῦ μὲν πεζοῦ Ἄμασιν ἀπέδεξε ἄνδρα Μαράφιον , τοῦ δὲ ναυτικοῦ Βάδρην ἐόντα Πασαργάδην γένος . πρὶν
δὲ ἢ ἀποστεῖλαι τὴν στρατιήν , ὁ Ἀρυάνδης πέμψας ἐς τὴν Βάρκην κήρυκα ἐπυνθάνετο τίς εἴη ὁ Ἀρκεσίλεων ἀποκτείνας . οἱ δὲ Βαρκαῖοι αὐτοὶ ὑπεδέκοντο πάντες · πολλά τε γὰρ καὶ κακὰ πάσχειν ὑπʼ αὐτοῦ . πυθόμενος δὲ ταῦτα ὁ Ἀρυάνδης οὕτω δὴ τὴν στρατιὴν ἀπέστειλε ἅμα τῇ Φερετίμῃ . αὕτη
μέν νυν αἰτίη πρόσχημα τοῦ στόλου ἐγίνετο , ἀπεπέμπετο δὲ ἡ στρατιή , ὡς ἐμοὶ δοκέειν , ἐπὶ Λιβύης καταστροφῇ . Λιβύων γὰρ δὴ ἔθνεα πολλὰ καὶ παντοῖα ἐστι , καὶ τὰ μὲν αὐτῶν ὀλίγα βασιλέος ἦν ὑπήκοα , τὰ δὲ πλέω ἐφρόντιζε Δαρείου οὐδέν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.