Δᾶτις μὲν δὴ ταῦτα ποιήσας ἔπλεε ἅμα τῷ στρατῷ ἐπὶ τὴν Ἐρέτριαν πρῶτα , ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας . μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα Δῆλος ἐκινήθη , ὡς ἔλεγον Δήλιοι , καὶ πρῶτα καὶ ὕστατα μέχρι ἐμεῦ σεισθεῖσα . καὶ τοῦτο μέν κου τέρας ἀνθρώποισι τῶν μελλόντων ἔσεσθαι κακῶν ἔφαινε ὁ θεός .
ἐπὶ γὰρ Δαρείου τοῦ Ὑστάσπεος καὶ Ξέρξεω τοῦ Δαρείου καὶ Ἀρτοξέρξεω τοῦ Ξέρξεω , τριῶν τουτέων ἐπεξῆς γενεέων , ἐγένετο πλέω κακὰ τῇ Ἑλλάδι ἢ ἐπὶ εἴκοσι ἄλλας γενεὰς τὰς πρὸ Δαρείου γενομένας , τὰ μὲν ἀπὸ τῶν Περσέων αὐτῇ γενόμενα , τὰ δὲ ἀπʼ αὐτῶν τῶν κορυφαίων περὶ τῆς ἀρχῆς πολεμεόντων . οὕτω
οὐδὲν ἦν ἀεικὲς κινηθῆναι Δῆλον τὸ πρὶν ἐοῦσαν ἀκίνητον . καὶ ἐν χρησμῷ ἦν γεγραμμένον περὶ αὐτῆς ὧδε . κινήσω
δὲ κατὰ Ἑλλάδα γλῶσσαν ταῦτα τὰ οὐνόματα , Δαρεῖος ἐρξίης , Ξέρξης ἀρήιος , Ἀρτοξέρξης μέγας ἀρήιος . τούτους μὲν δὴ τοὺς βασιλέας ὧδε ἂν ὀρθῶς κατὰ γλῶσσαν τὴν σφετέρην Ἕλληνες καλέοιεν .καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν . δύναται1
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.