ἐπείτε δὲ κατέστη ὁ θόρυβος καὶ ἐκτὸς πέντε ἡμερέων ἐγένετο , ἐβουλεύοντο οἱ ἐπαναστάντες τοῖσι Μάγοισι περὶ τῶν πάντων πρηγμάτων καὶ ἐλέχθησαν λόγοι ἄπιστοι μὲν ἐνίοισι Ἑλλήνων , ἐλέχθησαν δʼ ὦν .
Ὀτάνης μὲν ἐκέλευε ἐς μέσον Πέρσῃσι καταθεῖναι τὰ πρήγματα , λέγων τάδε . ἐμοὶ δοκέει ἕνα μὲν ἡμέων μούναρχον μηκέτι γενέσθαι . οὔτε γὰρ ἡδὺ οὔτε ἀγαθόν . εἴδετε μὲν γὰρ τὴν Καμβύσεω ὕβριν ἐπʼ ὅσον ἐπεξῆλθε , μετεσχήκατε δὲ καὶ τῆς τοῦ Μάγου ὕβριος .
δʼ ἂν εἴη χρῆμα κατηρτημένον μουναρχίη , τῇ ἔξεστι ἀνευθύνῳ ποιέειν τὰ βούλεται ; καὶ γὰρ ἂν τὸν ἄριστον ἀνδρῶν πάντων στάντα ἐς ταύτην ἐκτὸς τῶν ἐωθότων νοημάτων στήσειε . ἐγγίνεται μὲν γάρ οἱ ὕβρις ὑπὸ τῶν παρεόντων ἀγαθῶν , φθόνος δὲ ἀρχῆθεν ἐμφύεται ἀνθρώπῳ .
δʼ ἔχων ταῦτα ἔχει πᾶσαν κακότητα · τὰ μὲν γὰρ ὕβρι κεκορημένος ἔρδει πολλὰ καὶ ἀτάσθαλα , τὰ δὲ φθόνῳ . καίτοι ἄνδρα γε τύραννον ἄφθονον ἔδει εἶναι , ἔχοντά γε πάντα τὰ ἀγαθά . τὸ δὲ ὑπεναντίον τούτου ἐς τοὺς πολιήτας πέφυκε · φθονέει γὰρ τοῖσι ἀρίστοισι περιεοῦσί τε καὶ ζώουσι , χαίρει δὲ τοῖσι κακίστοισι τῶν ἀστῶν , διαβολὰς δὲ ἄριστος ἐνδέκεσθαι .
δὲ πάντων · ἤν τε γὰρ αὐτὸν μετρίως θωμάζῃς , ἄχθεται ὅτι οὐ κάρτα θεραπεύεται , ἤν τε θεραπεύῃ τις κάρτα , ἄχθεται ἅτε θωπί . τὰ δὲ δὴ μέγιστα ἔρχομαι ἐρέων · νόμαιά τε κινέει πάτρια καὶ βιᾶται γυναῖκας κτείνει τε ἀκρίτους .
δὲ ἄρχον πρῶτα μὲν οὔνομα πάντων κάλλιστον ἔχει , ἰσονομίην , δεύτερα δὲ τούτων τῶν ὁ μούναρχος ποιέει οὐδέν · πάλῳ μὲν ἀρχὰς ἄρχει , ὑπεύθυνον δὲ ἀρχὴν ἔχει , βουλεύματα δὲ πάντα ἐς τὸ κοινὸν ἀναφέρει . τίθεμαι ὦν γνώμην μετέντας ἡμέας μουναρχίην τὸ πλῆθος ἀέξειν · ἐν γὰρ τῷ πολλῷ ἔνι τὰ πάντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.