οἱ μὲν δὴ περὶ Θερμοπύλας Ἕλληνες οὕτω ἠγωνίσαντο , Ξέρξης δὲ καλέσας Δημάρητον εἰρώτα ἀρξάμενος ἐνθένδε . Δημάρητε , ἀνὴρ εἶς ἀγαθός . τεκμαίρομαι δὲ τῇ ἀληθείῃ · ὅσα γὰρ εἶπας , ἅπαντα ἀπέβη οὕτω . νῦν δέ μοι εἰπέ , κόσοι τινὲς εἰσὶ οἱ λοιποὶ Λακεδαιμόνιοι , καὶ τούτων ὁκόσοι τοιοῦτοι τὰ πολέμια εἴτε καὶ ἅπαντες .
ὃ δʼ εἶπε ὦ βασιλεῦ , πλῆθος μὲν πολλὸν πάντων τῶν Λακεδαιμονίων καὶ πόλιες πολλαί · τὸ δὲ θέλεις ἐκμαθεῖν , εἰδήσεις . ἔστι ἐν τῇ Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα , καὶ οὗτοι πάντες εἰσὶ ὅμοιοι τοῖσι ἐνθάδε μαχεσαμένοισι · οἵ γε μὲν ἄλλοι Λακεδαιμόνιοι τούτοισι μὲν οὐκ ὅμοιοι , ἀγαθοὶ δέ .
εἶπε πρὸς ταῦτα Ξέρξης Δημάρητε , τέῳ τρόπῳ ἀπονητότατα τῶν ἀνδρῶν τούτων ἐπικρατήσομεν ; ἴθι ἐξηγέο · σὺ γὰρ ἔχεις αὐτῶν τὰς διεξόδους τῶν βουλευμάτων οἷα βασιλεὺς γενόμενος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.