ἐπεὶ δὲ παρήγγελλον ἀναπλέειν , ἀνῆγον τὰς νέας ἐπὶ τὴν Σαλαμῖνα καὶ παρεκρίθησαν διαταχθέντες κατʼ ἡσυχίην . τότε μέν νυν οὐκ ἐξέχρησέ σφι ἡ ἡμέρη ναυμαχίην ποιήσασθαι · νὺξ γὰρ ἐπεγένετο · οἳ δὲ παρεσκευάζοντο ἐς τὴν ὑστεραίην .
τοὺς δὲ Ἕλληνας εἶχε δέος τε καὶ ἀρρωδίη , οὐκ ἥκιστα δὲ τοὺς ἀπὸ Πελοποννήσου · ἀρρώδεον δὲ ὅτι αὐτοὶ μὲν ἐν Σαλαμῖνι κατήμενοι ὑπὲρ γῆς τῆς Ἀθηναίων ναυμαχέειν μέλλοιεν , νικηθέντες τε ἐν νήσῳ ἀπολαμφθέντες πολιορκήσονται , ἀπέντες τὴν ἑωυτῶν ἀφύλακτον · τῶν δὲ βαρβάρων ὁ πεζὸς ὑπὸ τὴν παρεοῦσαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννησον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.