τοὺς δὲ τῶν Ἐρετριέων ἀνδραποδισμένους Δᾶτίς τε καὶ Ἀρταφρένης , ὡς προσέσχον πρὸς τὴν Ἀσίην πλέοντες , ἀνήγαγον ἐς Σοῦσα . βασιλεὺς δὲ Δαρεῖος , πρὶν μὲν αἰχμαλώτους γενέσθαι τοὺς Ἐρετριέας , ἐνεῖχέ σφι δεινὸν χόλον , οἷα ἀρξάντων ἀδικίης προτέρων τῶν Ἐρετριέων ·
ἐπείτε δὲ εἶδε σφέας ἀπαχθέντας παρʼ ἑωυτὸν καὶ ἑωυτῷ ὑποχειρίους ἐόντας , ἐποίησε κακὸν ἄλλο οὐδέν , ἀλλὰ σφέας τῆς Κισσίης χώρης κατοίκισε ἐν σταθμῷ ἑωυτοῦ τῷ οὔνομα ἐστὶ Ἀρδέρικκα , ἀπὸ μὲν Σούσων δέκα καὶ διηκοσίους σταδίους ἀπέχοντι , τεσσεράκοντα δὲ ἀπὸ τοῦ φρέατος τὸ παρέχεται τριφασίας ἰδέας · καὶ γὰρ ἄσφαλτον καὶ ἅλας καὶ ἔλαιον ἀρύσσονται ἐξ αὐτοῦ τρόπῳ τοιῷδε · ἀντλέεται
μὲν κηλωνηίῳ , ἀντὶ δὲ γαυλοῦ ἥμισυ ἀσκοῦ οἱ προσδέδεται · ὑποτύψας δὲ τούτῳ ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐς δεξαμενήν · ἐκ δὲ ταύτης ἐς ἄλλο διαχεόμενον τρέπεται τριφασίας ὁδούς . καὶ ἡ μὲν ἄσφαλτος καὶ οἱ ἅλες πήγνυνται παραυτίκα · τὸ δὲ ἔλαιον οἱ Πέρσαι καλέουσι τοῦτο ῥαδινάκην , ἔστι δὲ μέλαν καὶ ὀδμὴν παρεχόμενον βαρέαν . ἐνθαῦτα
τοὺς Ἐρετριέας κατοίκισε βασιλεὺς Δαρεῖος , οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην , φυλάσοντες τὴν ἀρχαίην γλῶσσαν . τὰ μὲν δὴ περὶ Ἐρετριέας ἔσχε οὕτω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.