ἐπὶ μὲν δὴ τούτου τοῦ Βάττου οὕτω διετέλεε ἐόντα , ἐπὶ δὲ τοῦ τούτου παιδὸς Ἀρκεσίλεω πολλὴ ταραχὴ περὶ τῶν τιμέων ἐγένετο . Ἀρκεσίλεως
γὰρ ὁ Βάττου τε τοῦ χωλοῦ καὶ Φερετίμης οὐκ ἔφη ἀνέξεσθαι κατὰ τὰ ὁ Μαντινεὺς Δημῶναξ ἔταξε , ἀλλὰ ἀπαίτεε τὰ τῶν προγόνων γέρεα . ἐνθεῦτεν στασιάζων ἑσσώθη καὶ ἔφυγε ἐς Σάμον , ἡ δὲ μήτηρ οἱ ἐς Σαλαμῖνα τῆς Κύπρου ἔφυγε . τῆς
δὲ Σαλαμῖνος τοῦτον τὸν χρόνον ἐπεκράτεε Εὐέλθων , ὃς τὸ ἐν Δελφοῖσι θυμιητήριον , ἐὸν ἀξιοθέητον ἀνέθηκε , τὸ ἐν τῷ Κορινθίων θησαυρῷ κέεται . ἀπικομένη δὲ παρὰ τοῦτον ἡ Φερετίμη ἐδέετο στρατιῆς ἣ κατάξει σφέας ἐς τὴν Κυρήνην . ὁ δὲ
Εὐέλθων πᾶν μᾶλλον ἢ στρατιήν οἱ ἐδίδου · ἣ δὲ λαμβάνουσα τὸ διδόμενον καλὸν μὲν ἔφη καὶ τοῦτο εἶναι , κάλλιον δὲ ἐκεῖνο , τὸ δοῦναί οἱ δεομένῃ στρατιήν . τοῦτο
ἐπὶ παντὶ γὰρ τῷ διδομένῳ ἔλεγε , τελευταῖόν οἱ ἐξέπεμψε δῶρον ὁ Εὐέλθων ἄτρακτον χρύσεον καὶ ἠλακάτην , προσῆν δε καὶ εἴριον . ἐπειπάσης δὲ αὖτις τῆς Φερετίμης τὠυτὸ ἔπος , ὁ Εὐέλθων ἔφη τοιούτοισι γυναῖκας δωρέεσθαι ἀλλʼ οὐ στρατιῇ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.