ὡς δὲ τὸ στράτευμα τὸ Περσικὸν ὅρμα βασιλεὺς ἐπὶ τὰς Ἀθήνας ἐὼν ἐν Σάρδισι , ἐνθαῦτα καταβὰς κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμος ἐς γῆν τὴν Μυσίην , τὴν Χῖοι μὲν νέμονται Ἀταρνεὺς δὲ καλέεται , εὑρίσκει τὸν Πανιώνιον ἐνθαῦτα .
ἐπιγνοὺς δὲ ἔλεγε πρὸς αὐτὸν πολλοὺς καὶ φιλίους λόγους , πρῶτα μέν οἱ καταλέγων ὅσα αὐτὸς διʼ ἐκεῖνον ἔχοι ἀγαθά , δεύτερα δέ οἱ ὑπισχνεύμενος ἀντὶ τούτων ὅσα μιν ἀγαθὰ ποιήσει ἢν κομίσας τοὺς οἰκέτας οἰκέῃ ἐκείνῃ , ὥστε ὑποδεξάμενον ἄσμενον τοὺς λόγους τὸν Πανιώνιον κομίσαι τὰ τέκνα καὶ τὴν γυναῖκα . ὡς
δὲ ἄρα πανοικίῃ μιν περιέλαβε , ἔλεγε ὁ Ἑρμότιμος τάδε . ὦ πάντων ἀνδρῶν ἤδη μάλιστα ἀπʼ ἔργων ἀνοσιωτάτων τὸν βίον κτησάμενε , τί σε ἐγὼ κακὸν ἢ αὐτὸς ἢ τῶν ἐμῶν τίς σε προγόνων ἐργάσατο , ἢ σὲ ἢ τῶν σῶν τινα , ὅτι με ἀντʼ ἀνδρὸς ἐποίησας τὸ μηδὲν εἶναι ; ἐδόκεές τε θεοὺς λήσειν οἷα ἐμηχανῶ τότε · οἳ σε ποιήσαντα ἀνόσια , νόμῳ δικαίῳ χρεώμενοι , ὑπήγαγον ἐς χεῖρας τὰς ἐμάς , ὥστε σε μὴ μέμψασθαι τὴν ἀπʼ ἐμέο τοι ἐσομένην δίκην . ὡς
δέ οἱ ταῦτα ὠνείδισε , ἀχθέντων τῶν παίδων ἐς ὄψιν ἠναγκάζετο ὁ Πανιώνιος τῶν ἑωυτοῦ παίδων τεσσέρων ἐόντων τὰ αἰδοῖα ἀποτάμνειν , ἀναγκαζόμενος δὲ ἐποίεε ταῦτα · αὐτοῦ τε , ὡς ταῦτα ἐργάσατο , οἱ παῖδες ἀναγκαζόμενοι ἀπέταμνον . Πανιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίσις καὶ Ἑρμότιμος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.