ταῦτα μὲν ζῶσι τοῖσι βασιλεῦσι δέδοται ἐκ τοῦ κοινοῦ τῶν Σπαρτιητέων , ἀποθανοῦσι δὲ τάδε . ἱππέες περιαγγέλλουσι τὸ γεγονὸς κατὰ πᾶσαν τὴν Λακωνικήν , κατὰ δὲ τὴν πόλιν γυναῖκες περιιοῦσαι λέβητα κροτέουσι . ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο , ἀνάγκη ἐξ οἰκίης ἑκάστης ἐλευθέρους δύο καταμιαίνεσθαι , ἄνδρα τε καὶ γυναῖκα · μὴ ποιήσασι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται .
νόμος δὲ τοῖσι Λακεδαιμονίοισι κατὰ τῶν βασιλέων τοὺς θανάτους ἐστὶ ὡυτὸς καὶ τοῖσι βαρβάροισι τοῖσι ἐν τῇ Ἀσίῃ · τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνες τῷ αὐτῷ νόμῳ χρέωνται κατὰ τοὺς θανάτους τῶν βασιλέων . ἐπεὰν γὰρ ἀποθάνῃ βασιλεὺς Λακεδαιμονίων , ἐκ πάσης δεῖ Λακεδαίμονος , χωρὶς Σπαρτιητέων , ἀριθμῷ τῶν περιοίκων ἀναγκαστοὺς ἐς τὸ κῆδος ἰέναι . τούτων
ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Σπαρτιητέων ἐπεὰν συλλεχθέωσι ἐς τὠυτὸ πολλαὶ χιλιάδες σύμμιγα τῇσι γυναιξί , κόπτονταί τε τὰ μέτωπα προθύμως καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ , φάμενοι τὸν ὕστατον αἰεὶ ἀπογενόμενον τῶν βασιλέων , τοῦτον δὴ γενέσθαι ἄριστον . ὃς δʼ ἂν ἐν πολέμῳ τῶν βασιλέων ἀποθάνῃ , τούτῳ δὲ εἴδωλον σκευάσαντες ἐν κλίνῃ εὖ ἐστρωμένῃ ἐκφέρουσι . ἐπεὰν δὲ θάψωσι , ἀγορὴ δέκα ἡμερέων οὐκ ἵσταταί σφι οὐδʼ ἀρχαιρεσίη συνίζει , ἀλλὰ πενθέουσι ταύτας τὰς ἡμέρας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.