Ὅμηρος μέν νυν καὶ τὰ Κύπρια ἔπεα χαιρέτω . εἰρομένου δέ μευ τοὺς ἱρέας εἰ μάταιον λόγον λέγουσι οἱ Ἕλληνες τὰ περὶ Ἴλιον γενέσθαι ἢ οὔ , ἔφασαν πρὸς ταῦτα τάδε , ἱστορίῃσι φάμενοι εἰδέναι παρʼ αὐτοῦ Μενέλεω .
ἐλθεῖν μὲν γὰρ μετὰ τὴν Ἑλένης ἁρπαγὴν ἐς τὴν Τευκρίδα γῆν Ἑλλήνων στρατιὴν πολλὴν βοηθεῦσαν Μενέλεῳ , ἐκβᾶσαν δὲ ἐς γῆν καὶ ἱδρυθεῖσαν τὴν στρατιὴν πέμπειν ἐς τὸ Ἴλιον ἀγγέλους , σὺν δέ σφι ἰέναι καὶ αὐτὸν Μενέλεων · τοὺς
δʼ ἐπείτε ἐσελθεῖν ἐς τὸ τεῖχος , ἀπαιτέειν Ἑλένην τε καὶ τὰ χρήματα τά οἱ οἴχετο κλέψας Ἀλέξανδρος , τῶν τε ἀδικημάτων δίκας αἰτέειν · τοὺς δὲ Τευκροὺς τὸν αὐτὸν λόγον λέγειν τότε καὶ μετέπειτα , καὶ ὀμνύντας καὶ ἀνωμοτί , μὴ μὲν ἔχειν Ἑλένην μηδὲ τὰ ἐπικαλεύμενα χρήματα , ἀλλʼ εἶναι αὐτὰ πάντα ἐν Αἰγύπτῳ , καὶ οὐκ ἂν δικαίως αὐτοὶ δίκας ὑπέχειν τῶν Πρωτεὺς ὁ Αἰγύπτιος βασιλεὺς ἔχει . οἱ
δὲ Ἕλληνες καταγελᾶσθαι δοκέοντες ὑπʼ αὐτῶν οὕτω δὴ ἐπολιόρκεον , ἐς ὃ ἐξεῖλον · ἑλοῦσι δὲ τὸ τεῖχος ὡς οὐκ ἐφαίνετο ἡ Ἑλένη , ἀλλὰ τὸν αὐτὸν λόγον τῷ προτέρῳ ἐπυνθάνοντο , οὕτω δὴ πιστεύσαντες τῷ λόγῳ τῷ πρώτῳ οἱ Ἕλληνες αὐτὸν Μενέλεων ἀποστέλλουσι παρὰ Πρωτέα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.