τὸν δὲ βασιλέα , ὡς αὐτῷ ἀπηγγέλθη τοῦ φωρὸς ὁ νέκυς ἐκκεκλεμμένος , δεινὰ ποιέειν · πάντως δὲ βουλόμενον εὑρεθῆναι ὅστις κοτὲ εἴη ὁ ταῦτα μηχανώμενος , ποιῆσαί μιν τάδε , ἐμοὶ μὲν οὐ πιστά ·
τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαι ἐπʼ οἰκήματος , ἐντειλάμενον πάντας τε ὁμοίως προσδέκεσθαι , καὶ πρὶν συγγενέσθαι , ἀναγκάζειν λέγειν αὐτῇ ὅ τι δὴ ἐν τῷ βίῳ ἔργασται αὐτῷ σοφώτατον καὶ ἀνοσιώτατον · ὃς δʼ ἂν ἀπηγήσηται τὰ περὶ τὸν φῶρα γεγενημένα , τοῦτον συλλαμβάνειν καὶ μὴ ἀπιέναι ἔξω . ὡς
δὲ τὴν παῖδα ποιέειν τὰ ἐκ τοῦ πατρὸς προσταχθέντα , τὸν φῶρα πυθόμενον τῶν εἵνεκα ταῦτα ἐπρήσσετο , βουληθέντα πολυτροπίῃ τοῦ βασιλέος περιγενέσθαι ποιέειν τάδε · νεκροῦ
προσφάτου ἀποταμόντα ἐν τῷ ὤμῳ τὴν χεῖρα ἰέναι αὐτὸν ἔχοντα αὐτὴν ὑπὸ τῷ ἱματίῳ . ἐσελθόντα δὲ ὡς τοῦ βασιλέος τὴν θυγατέρα καὶ εἰρωτώμενον τά περ καὶ οἱ ἄλλοι , ἀπηγήσασθαι ὡς ἀνοσιώτατον μὲν εἴη ἐργασμένος ὅτι τοῦ ἀδελφεοῦ ἐν τῷ θησαυρῷ τοῦ βασιλέος ὑπὸ πάγης ἁλόντος ἀποτάμοι τὴν κεφαλήν , σοφώτατον δὲ ὅτι τοὺς φυλάκους καταμεθύσας καταλύσειε τοῦ ἀδελφεοῦ κρεμάμενον τὸν νέκυν . τὴν
δὲ ὡς ἤκουσε ἅπτεσθαι αὐτοῦ . τὸν δὲ φῶρα ἐν τῷ σκότεϊ προτεῖναι αὐτῇ τοῦ νεκροῦ τὴν χεῖρα · τὴν δὲ ἐπιλαβομένην ἔχειν , νομίζουσαν αὐτοῦ ἐκείνου τῆς χειρὸς ἀντέχεσθαι · τὸν δὲ φῶρα προέμενον αὐτῇ οἴχεσθαι διὰ θυρέων φεύγοντα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.